Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 27.25 | Dem. 27.29 (English) | >>Dem. 27.32 |
27.27ὅτι τοίνυν οὐκ ἄπορος ἦν ὁ Μοιριάδης , οὐδʼ ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδʼ ἠλιθίως συμβεβλημένον , μεγίστῳ τεκμηρίῳ γνώσεσθε · λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον , ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε , καὶ δέον αὐτόν , εἰ καί τις ἄλλος ἐβούλετʼ εἰς ταῦτα συμβαλεῖν , τοῦτον διακωλύειν ἐπίτροπόν γʼ ὄντα , αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν , ἃς ὀρθῶς καὶ δικαίως παρʼ ἐκείνου κεκομίσθαι ὡμολόγηκεν .
27.28καίτοι πῶς οὐ δεινόν , εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμʼ ἀπʼ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντʼ ἀπόλωλεν , οἳ πρότερον συνεβάλομεν , τῷ δʼ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖʼ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμίʼ ἀπορία γέγονεν ; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω , λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι .σκέψασθε τοίνυν ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι , τετταράκοντα μὲν μνᾶς αὐτὸ τὸ ἀρχαῖον , δέκα δʼ ἐτῶν τὸ ἔργον αὐτῶν δύο τάλαντα · δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον . ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς ποθεν καὶ παραλογίσασθαι . ῥᾴδιον , ἀλλʼ οὐ φανερῶς οὑτωσὶ μικροῦ δεῖν τρία τάλαντα ταῦτʼ ἀνηρπάκασιν ; ὧν κοινῇ διαπεφορημένων τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι .
Μαρτυρία
27.29
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 27.25 | Dem. 27.29 (English) | >>Dem. 27.32 |